ΟΙ-ΠΡΟ-ΧΡΙΣΤΟΥ-ΠΡΟΦΗΤΕΣ-ΑΠΟΛΛΩΝ-amp-ΣΥΒΙΛΛΕΣ


Η ΠΡΟΦΗΤΕΙΑ ΤΗΣ ΣΙΒΥΛΛΑΣ ΤΗΣ ΕΡΥΘΡΑΙΑΣ
ΠΕΡΙ ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΠΑΡΟΥΣΙΑΣ ΤΟΥ ΧΡΙΣΤΟΥ

Η ΤΟΙΝΥΝ ΕΡΥΘΡΑΙΑ ΣΙΒΥΛΛΑ, ΦΑΣΚΟΥΣΑ ΕΑΥΤΗΝ ΕΚΤΗ ΓΕΝΕΑ ΜΕΤΑ ΤΟΝ ΚΑΤΑΚΛΥΣΜΟΝ ΓΕΝΕΣΘΑΙ, ΙΕΡΕΙΑ ΗΝ ΤΟΥ ΑΠΟΛΛΩΝΟΣ, ΔΙΑΔΗΜΑ ΕΠΙ ΙΣΗΣ ΤΩ ΘΡΗΣΚΕΥΟΜΕΝΩ ΥΠΟ ΑΥΤΗΣ ΘΕΩ ΦΟΡΟΥΣΑ ΚΑΙ ΤΟΝ ΤΡΙΠΟΔΑ ΠΕΡΙ ΟΝ Ο ΟΦΙΣ ΕΙΛΕΙΤΟ ΠΕΡΙΕΠΟΥΣΑ, ΑΠΟΦΟΙΒΑΖΟΥΣΑ ΤΕ ΤΟΙΣ ΧΡΩΜΕΝΟΙΣ ΑΥΤΗ... ΑΥΤΗ ΤΟΙΝΥΝ ΕΙΣΩ ΤΩΝ ΑΔΥΤΩΝ ΠΟΤΕ ΤΗΣ ΑΚΑΙΡΟΥ ΔΕΙΣΙΔΑΙΜΟΝΙΑΣ ΠΡΟΑΧΘΕΙΣΑ ΚΑΙ ΘΕΙΑΣ ΕΠΙΠΝΟΙΑΣ ΟΝΤΩΣ ΓΕΝΟΜΕΝΗ ΜΕΣΤΗ, ΔΙΑ ΕΠΩΝ ΠΕΡΙ ΤΟΥ ΘΕΟΥ ΤΑ ΜΕΛΛΟΝΤΑ ΠΡΟΕΘΕΣΠΙΣΕΝ, ΣΑΦΩΣ ΤΑΙΣ ΠΡΟΤΑΞΕΣΙ ΤΩΝ ΠΡΩΤΩΝ ΓΡΑΜΜΑΤΩΝ, ΗΤΙΣ ΑΚΡΟΣΤΙΧΙΣ ΛΕΓΕΤΑΙ, ΔΗΛΟΥΣΑ ΤΗΝ ΙΣΤΟΡΙΑΝ ΤΗΣ ΤΟΥ ΙΗΣΟΥ ΚΑΤΕΛΕΥΣΕΩΣ:

"ΙΔΡΩΣΕΙ ΓΑΡ ΧΘΩΝ ΚΡΙΣΕΩΣ ΣΗΜΕΙΟΝ ΟΤ' ΕΣΤΑΙ.
ΗΞΕΙ Δ' ΟΥΡΑΝΟΘΕΝ ΒΑΣΙΛΕΥΣ ΑΙΩΣΙΝ Ο ΜΕΛΛΩΝ,
ΣΑΡΚΑΠΑΡΩΝ ΠΑΣΑΝ ΚΡΙΝΑΙ ΚΑΙ ΚΟΣΜΟΝ ΑΠΑΝΤΑ.
ΟΨΟΝΤΑΙ ΔΕ ΘΕΟΝ ΜΕΡΟΠΕΣ ΠΙΣΤΟΙ ΚΑΙ ΑΠΙΣΤΟΙ,
ΥΨΙΣΤΟΝ ΜΕΤΑ ΤΩΝ ΑΓΙΩΝ ΕΠΙ ΤΕΡΜΑ ΧΡΟΝΟΙΟ
ΣΑΡΚΟΦΟΡΩΝ ΨΥΧΑΣ Δ' ΑΝΔΡΩΝ ΕΠΙ ΒΗΜΑΤΙ ΚΡΙΝΕΙ.

ΧΕΡΣΟΣ ΟΤΑΝ ΠΟΤΕ ΚΟΣΜΟΣ ΟΛΟΣ ΚΑΙ ΑΚΑΝΘΑ ΓΕΝΗΤΑΙ.
ΡΙΨΩΣΙΝ Τ' ΕΙΔΩΛΑ ΒΡΟΤΟΙ ΚΑΙ ΠΛΟΥΤΟΝ ΑΠΑΝΤΑ.
ΕΚΚΑΥΣΗ ΔΕ ΤΟ ΠΥΡ ΟΥΡΑΝΟΝ ΗΔΕ ΘΑΛΑΣΣΑΝ.
ΙΧΝΕΥΟΥΝ ΡΗΞΗ ΤΕ ΠΥΛΑΣ ΕΙΡΚΤΗΣ ΑΙΔΑΟ.
ΣΑΡΞ ΤΟΤΕ ΠΑΣΑ ΝΕΚΡΩΝ ΕΣ ΕΛΕΥΘΕΡΙΟΝ ΦΑΟΣ ΗΞΕΙ.
ΤΟΥΣ ΑΓΙΟΥΣ ΑΝΟΜΟΥΣ ΤΕ ΤΟ ΠΥΡ ΑΙΩΣΙΝ ΕΛΕΓΞΕΙ.
ΟΠΠΟΣΑ ΤΙΣ ΠΡΑΞΑΣ ΕΛΑΘΕΝ, ΤΟΤΕ ΠΑΝΤΑ ΛΑΛΗΣΕΙ.
ΣΤΗΘΕΑ ΓΑΡ ΖΟΦΟΕΝΤΑ ΘΕΟΣ ΦΩΣΤΗΡΣΙΝ ΑΝΟΙΞΕΙ.

ΘΡΗΝΟΣ Τ' ΕΚ ΠΑΝΤΩΝ ΕΣΤΑΙ ΚΑΙ ΒΡΥΓΜΟΣ ΟΔΟΝΤΩΝ.
ΕΚΛΕΙΨΕΙ ΣΕΛΑΣ ΗΕΛΙΟΥ ΑΣΤΡΩΝ ΤΕ ΧΟΡΕΙΑΙ,
ΟΥΡΑΝΟΝ ΕΙΛΙΞΕΙ, ΜΗΝΗΣ ΔΕ ΤΕ ΦΕΓΓΟΣ ΟΛΕΙΤΑΙ.
ΥΨΩΣΕΙ ΔΕ ΦΑΡΑΓΓΑΣ, ΟΛΕΙ Δ' ΥΨΩΜΑΤΑ ΒΟΥΝΩΝ.

ΥΨΟΣ Δ' ΟΥΚ ΕΤΙ ΛΥΓΡΟΝ ΕΝ ΑΝΘΡΩΠΟΙΣΙ ΦΑΝΕΙΤΑΙ,
ΙΣΑ Τ' ΟΡΗ ΠΕΔΙΟΙΣ ΕΣΤΑΙ, ΚΑΙ ΠΑΣΑ ΘΑΛΑΣΣΑ
ΟΥΚ ΕΙΣ ΠΛΟΥΝ ΕΙΞΕΙ. ΓΗ ΓΑΡ ΦΡΥΧΘΕΙΣΑ ΚΕΡΑΥΝΩ.
ΣΥΝ ΠΗΓΑΙΣ ΠΟΤΑΜΟΙ ΤΕ ΚΑΧΛΑΖΟΝΤΕΣ ΛΕΙΨΟΥΣΙΝ.

ΣΑΛΠΙΓΞ Δ' ΟΥΡΑΝΟΘΕΝ ΦΩΝΗΝ ΠΟΛΥΘΡΗΝΟΝ ΑΦΗΣΕΙ,
ΩΡΥΟΥΣΑ ΜΥΣΟΣ ΜΕΛΕΟΝ ΚΑΙ ΠΗΜΑΤΑ ΚΟΣΜΟΥ.
ΤΑΡΤΑΡΟΕΝ ΔΕ ΧΑΟΣ ΔΕΙΞΕΙ ΤΟΤΕ ΓΑΙΑ ΧΑΝΟΥΣΑ.
ΗΞΟΥΣΙΝ Δ' ΕΠΙ ΒΗΜΑ ΘΕΟΥ ΒΑΣΙΛΗΕΣ ΑΠΑΝΤΕΣ.
ΡΕΥΣΕΙ Δ' ΟΥΡΑΝΟΘΕΝ ΠΟΤΑΜΟΣ ΠΥΡΟΣ ΗΔΕ ΘΕΕΙΟΥ.

ΣΗΜΑ ΔΕ ΤΟΙ ΤΟΤΕ ΠΑΣΙ ΒΡΟΤΟΙΣ ΑΡΙΔΕΙΚΕΤΟΝ ΟΙΟΝ
ΤΟ ΞΥΛΟ ΕΝ ΠΙΣΤΟΙΣ, ΤΟ ΚΕΡΑΣ ΤΟ ΠΟΘΟΥΜΕΝΟΝ ΕΣΤΑΙ.
ΑΝΔΡΩΝ ΕΥΣΕΒΕΩΝ ΖΩΗ, ΠΡΟΣΚΟΜΜΑ ΤΕ ΚΟΣΜΟΥ,
ΥΔΑΣΙ ΦΩΤΙΖΟΝ ΚΛΗΤΟΥΣ ΕΝ ΔΩΔΕΚΑ ΠΗΓΑΙΣ.
ΡΑΒΔΟΣ ΠΟΙΜΑΙΝΟΥΣΑ ΣΙΔΗΡΕΙΗ ΓΕ ΚΡΑΤΗΣΕΙ.
ΟΥΤΟΣ Ο ΝΥΝ ΠΡΟΓΡΑΦΕΙΣ ΕΝ ΑΚΡΟΣΤΙΧΙΟΙΣ ΘΕΟΣ ΗΜΩΝ
ΣΩΤΗΡ ΑΘΑΝΑΤΟΣ ΒΑΣΙΛΕΥΣ Ο ΠΑΘΩΝ ΕΝΕΧ' ΗΜΩΝ"

10,365